Ancient Greek · ~3 min
Chapter 18
Libanius, Declamatio I 18
Not analysed yet
τί οὖν ἐποίησεν; οὐ μετέβαλε τὴν τάξιν, ἐπειδὴ τῶν ἀφορμῶν ἐστέρητο, οὐδ’ ᾠήθη δεῖν ἕτερος ἐν ἑτέροις γενέσθαι καιροῖς, ἀλλ’ ἐτήρησεν ἀκί- νῆτον τὴν γνώμην διὰ τέλους οὔσης αὐτῷ γυναικὸς καὶ παίδων. ἀντὶ γὰρ τοῦ ζητεῖν εὐπορίας οὐ καλὰς καὶ σκοπεῖν ὅθεν ἂν ἀντὶ τῶν οἰχομένων αὑτῷ γένοιτο χρήματα τῆς δαπάνης ἀφεῖλε καὶ μᾶλλον <πρὸς> τὸ μὴ δεῖσθαι τοσοῦτον ἐπαίδευσεν ἑαυτὸν ἢ ὅθεν ἂν ἔχοι δαπανᾶν ἐσκέψατο, τρίβωνι μὲν ἐνὶ δι’ ἔτους χρώμενος, ὕδωρ δὲ πίνων ἥδιον ἢ Θάσιον οἶνον ἕτεροι τό τε πεινῶν ἐσθίειν ἀντὶ Περσικῆς ποιούμενος τραπέζης. τῆς δὲ οὕτως ἐχούσης τροφῆς ἔμελε δήπου τοῖς ἐπιτη- δείοις Σωκράτους οὐδὲν ἐνοχλοῦντος.