Ancient Greek · ~2 min
Chapter 173
Libanius, Declamatio I 173
Not analysed yet
καὶ τῶν μὲν παρ’ ἐκείνου λόγων ἀπαλλαγῆναι ζητεῖτε, τὸν δὲ ἐπὶ τούτοις ἐσό- μενον οὐ δεδοίκατε λόγον, ὅτι Ἀθηναῖοι βουλόμενοι περὶ πάντα μᾶλλον ἢ τὰς ψυχὰς ἐσπουδακέναι καὶ πλουτεῖν μετ’ ἀφροσύνης πολίτην τινὰ αὑτῶν ταῦτα οὐκ ἐπιτρέποντα, ἀλλ’ αἰσχυνόμενον καὶ λυπούμενον καὶ προσιόντα καὶ νουθετοῦντα <καὶ> κοινόν τινα πάντων ἐπιμελητὴν περινοστοῦντα, καθάπερ τινὰ πολέ- μιον τῶν πολλάκις δῃωσάντων τὴν χώραν, ἀπέκτειναν οὐ βίον, οὐ λόγους, οὐ πράξεις, οὐκ αὐτὸ τὸ γῆρας αἰδεσθέντες; μικρὰν οἴεσθε ταῦτ’ εἶναι βλάβην; ἢ δόξειν ποτὲ τὴν τοιαύτην <πόλιν> πρὸς ἑτέρους ἔσε- σθαι μετρίαν, ὅταν τοὺς παρ’ αὑτῇ βελτίστους ὠμῶς μεταχειρίζηται;