Ancient Greek · ~3 min
Chapter 174
Libanius, Declamatio I 174
Not analysed yet
νῦν μέν τις ζῶντα βλέπων ἴσως ἐπιθυμεῖ τεθνεῶτα ἰδεῖν, ἀποθανόντος δὲ καὶ λωφή- σαντος τοῦ θυμοῦ καὶ λογισμῷ τοῦ πράγματος ὁρω- μένου πολλὰ στενάξειν οἶμαι πάντας καὶ μέμψεσθαι καὶ κατηγόροις καὶ ψήφῳ καὶ πᾶσι καὶ σφίσιν αὐτοῖς, ὅταν ἡ φωνὴ Σωκράτους, ὅταν αἱ διατριβαὶ τὴν μνή- μην εἰσίωσιν, ὅταν οἱ συνήθεις ἐκείνῳ πενθῶσιν, |ὅταν οἱ φίλοι κλάωσιν, ὅταν οἶ ξένοι καταπλέωσι 11 μὲν ὧς συνεσόμενοι τἀνδρί, τεθνεῶτα δὲ εὑρόντες ζητῶσι τὸν τάφον, ὅταν ἕτερος πρὸς ἕτερον λέγῃ δει- κνὺς ἅμα τὸν τόπον· ἐνταῦθα περὶ σωφροσύνης ἐποιήσατό ποτε λόγους, ἐνταῦθα περὶ ἀν- δρίας, ἐνταῦθα περὶ δικαιοσύνης. Πρόδικον ἐν- ταῦθα λέγων ἐνίκα, Πρωταγόραν ἐκεῖ, τὸν Ἠλεῖον ἄλλοθι, τὸν Λεοντῖνον ἑτέρωθι.