Ancient Greek · ~4 min
Chapter 175
Libanius, Declamatio I 175
Not analysed yet
τίς οἴσει τὴν μνήμην ἀδακρυτὶ τῶν τροπαίων τούτων; πῶς ἀλλήλους ὀψόμεθα μετὰ τὸ κώνειον; πολλά, ὦ Ἀθηναῖοι, πολλὰ παρόντα μὲν δυσχεραίνεται, πεπαυ- μένα δὲ ποθεῖται. μὴ δὴ ποιήσητε τοὺς ἐν ταῖς παλαί- στραις λόγους ὑπὲρ χρημάτων τοῖς συνοῦσιν εἶναι μηδ’ ἐπικίνδυνον ἀποφήνητε τῆς σοφίας τὴν κτῆσιν ἐν τῇ λήξει τῆς Ἀθηνᾶς μηδ’ ἀναμείνητε θέαμα δεινὸν καὶ τῆς πόλεως ἀλλότριον, ἐκφερόμενον μὲν ἀπὸ τοῦ δεσμωτηρίου Σωκράτην, ἔρημον δὲ τὸ ἄστυ τῆς ἐκεί- νου φωνῆς, ὧσπέρ τινος ἀηδόνος, τοὺς δ’ ἑταίρους ἐν μὲν τῷ θάπτειν σιγῇ καταρωμένους ὑμῖν, ἔπειτα δὲ φεύγοντας ἄλλον ἄλλοσε, τοὺς μὲν εἰς Μέγαρα, τοὺς δὲ εἰς Κόρινθον, τοὺς δὲ εἰς Ἦλιν, τοὺς δὲ εἰς Εὔ- βοιαν, μεταφέροντας ἑτέρωσε τὸ τῆς Ἀττικῆς ἄνθος. λέγοντας παρ’ οὓς ἴοιεν· δέχεσθε τοὺς Ἀθήνηθεν, ὦ ἄνδρες, φυγάδας, οὐ προδότας οὐδ’ ἀστρα- τεύτους οὐδὲ τὴν ὥραν ἀποδομένους οὐδ’ ὧν ἐν τοῖς νόμοις αἰ τιμωρίαι τετολμηκότας οὐδέν, ἀλλ’ ἐγκαλουμένους ἔρωτα λόγων καὶ παιδείας. ταῦτα πέπεικε Λύκων, ταῦτ’ εἰσηγήσατο Μέλη- τος, ἐπὶ τούτοις Ἄνυτος ἐδίωκεν. εἴδομεν |Σωκράτην κρινόμενον, εἴδομεν κατεγνωσμένον, εἴδομεν δεδεμένον, εἴδομεν ἀποθνήσκοντα. ταῦ- τα παρῄνεσε φεύγειν, ταῦτα ζητῆσαι καταφυγήν.