Ancient Greek · ~2 min
Chapter 176
Libanius, Declamatio I 176
Not analysed yet
οὐκοῦν καὶ ἀσμένως δέξονται καὶ παραμυθήσονται καὶ δώσουσι θαρρεῖν. οἱ δὲ ἱδρυθέντες ὧς ἑκάστῳ συμ- βαίνει καὶ μεταδιδόντες ὧν ἔχουσι πρῶτον μὲν πολλὰς πόλεις σεμνοτέρας τῶν Ἀθηνῶν ἀποδείξουσι κατά γε τὴν σοφίαν, ἔπειτα τοῖς λόγοις ἀμυνοῦνται τοὺς αὐτόχειρας Σωκράτους, οὐ τοὺς κατηγορηκότας, ὦ Ἀθηναῖοι, τουτουσὶ μόνους, ἀλλὰ καὶ ὑμᾶς καὶ τὴν ἄλλην πόλιν ὡς τῶν ἐπιτρεψάντων ἐν τῷ μὴ κωλύσαι δεδρακότων. οὐκοῦν ἀνεξάλειπτον πρόσεισι τοὔνειδος καὶ χρόνος οὐδεὶς στήσει τὴν φήμην. ὅταν γὰρ οἱ τῷ λέγειν δια- φέροντες εἰς γραφὴν ἐγκατάθωνται πράξεις ἢ χείρους ἢ βελτίους, ἀνάγκη ταύτας ἐστὶν ἀθανάτους μένειν.