Ancient Greek · ~2 min
Chapter 4
Libanius, Declamatio I 4
Not analysed yet
ἐγὼ δὲ οὐ διὰ τοῦτο τῆς συνηγορίας ἀπέστην, ὅτι σμικρός τε ὁ λειπόμενος Σω- κράτει χρόνος καὶ φόβος οὐδεὶς τῆς τελευτῆς, ἀλλὰ πολὺ μᾶλλον πρέπειν ἡγούμενος τὸν τοιοῦτον τῇ φύσει μηδὲν ἀδίκως ἐν ὑμῖν παθεῖν καὶ ἄμα τοῦ μὴ πολλὰ τοιαῦτα ἐν τῇ πόλει τολμᾶσθαι μηδὲ ἀναγκάζεσθαι τοὺς μὲν δικάζοντας ἀσεβεῖν, κοινῇ δὲ ἀδοξεῖν Ἀθη- ναίους παρεκελευσάμην ἐμαυτῷ τὴν Ἀνύτου συκοφαν- τίαν ἐλέγξαι.