Ancient Greek · ~1 min
Chapter 27
Libanius, Declamatio I 27
Not analysed yet
ὑμῶν δὲ ἕκαστος πολλάκις μέμνηται τῆς αὑτοῦ τέχνης καὶ πρός γε χάριν οἶδε τῆς ἀπ’ αὐτῆς προσόδου, ἐπεὶ καὶ αὐτὸς Σωκρά- της πολλάκις ἂν εἰπὼν τὸν αὑτοῦ πατέρα Σωφρονίσκον προσέθηκεν ἂν καὶ τὰ περὶ τοὺς λίθους καὶ τὴν τῆς μητρὸς οὐκ ἀπεκρύπτετο τέχνην.