Ancient Greek · ~4 min
Chapter 28
Libanius, Declamatio I 28
Not analysed yet
ᾧ δῆλον ὡς οὐκ ἐφ’ ὕβρει τὰς τῶν ἄλλων παρέφερεν, ἀλλ’ ὅπως οἱ διάλογοι τὰ αὑτῶν λαμβάνοιεν καὶ μηδὲν τῶν ὀφει- λόντων εἰρῆσθαι σιγῷτο. διὰ τοῦτο Ἀπολλόδωρος μὲν ἤκουε πρᾴως καὶ Ξενοκλείδης οὐ γέγραπται, μόνου δέ, ὡς ἔοικεν, Ἀνύτου καθάπερ τυράννου κίνδυνον ἔχει μνησθῆναι καὶ ἃ ποιεῖν τούτῳ δέδοκται, ταῦτα οὐδενὶ συγκεχώρηται λέγειν. 29. Ἀλλ’, ὅπερ ἔφην, μηδεὶς οἰέσθω τοῦτον ἀπὸ τῆς πρὸς ὑμᾶς εὐνοίας καὶ τοῦ τὴν λύμην, ἢ χείρους ποιεῖ τοὺς ὑμετέρους παῖδας, ἐθέλειν ἐξελεῖν \ἐπὶ τοῦτον ἥκειν τὸν ἀγῶνα. εἰ γὰρ Σωκράτης ὑπερέβαινε τἀληθὲς καὶ τοῦτον ἐσέμνυνε φάσκων ἀρχαῖον παρει- ληφέναι πλοῦτον, οὔτ’ ἂν ἠδίκησθε ὑμεῖς οὔτ’ ἂν ἠσέβητο τὸ θεῖον οὔτ’ ἂν ἡ νεότης διέφθαρτο. νῦν δὲ οὐχ ὑμῖν βοηθῶν, ἀλλ’ ὑπὲρ αὑτοῦ λυπούμενος, οὐδ’ ὑπὲρ τῆς πόλεως τιμωρούμενος, ἀλλ’ ἀγανακτῶν, εἰ ὅσπερ ἐστὶ καὶ δόξει, πλάττειν αἰτίας καὶ συκοφαντεῖν ὑπέμεινε πριάμενος τὸν ἐπὶ δραχμῇ πάντα ἂν ποιήσαντα Μέλητον.