Ancient Greek · ~2 min
Chapter 30
Libanius, Declamatio I 30
Not analysed yet
μέγα δὲ ὑμῖν ἐρῶ τεκμήριον, ὡς ἑτέρωθεν κινούμενος τὸ ὑμέτερον προίσταται. ἤδη γὰρ τῆς γραφῆς ἀπενηνεγμένης καὶ τῆς αἰτίας κεκηρυγμένης περὶ σπονδῶν προσέπεμπε Σωκράτει τὸν μὲν ἀξιῶν ἀποστῆναι τοῦ μεμνῆσθαι τῆς τέχνης, αὐτὸς δὲ ὑπισχνούμενος διαγρά- ψεσθαι τὴν γραφήν. τοῦ δὲ φήσαντος οὐ παύσεσθαι τῶν ἀληθῶν, ἕως ἂν ἐμπνέῃ, χρήσεσθαι δὲ τοῖς αὐτοῖς περὶ τῶν αὐτῶν λόγοις καὶ οὐ τοσοῦτον ἰσχύσειν τὴν κατηγορίαν, ὡς ἃ πρὸ αὐτῆς ἐνόμιζε προσήκειν λέγειν, ταῦτα ἐπ’ ἐκείνῃ σιγᾶν, οὕτως ἤδη παρέδωκεν εἰς ὑμᾶς τὸν οὐδὲν ὧν ἐνόμιζε δικαίων προδεδωκότα τῷ φόβῳ.