Ancient Greek · ~1 min
Chapter 31
Libanius, Declamatio I 31
Not analysed yet
ὥστε καὶ τοῦ νυνὶ κρίνεσθαι Σωκράτην, εἰ δεῖ καὶ τοῦτ’ εἰπεῖν, οὐκ Ἄνυτος οὐδὲ Μέλητος αἴτιος, ἀλλ’ αὐτὸς Σωκράτης. εἰ γὰρ οὗτος τὴν ἐπικη- ρυκείαν ἐδέξατο καὶ τοσοῦτον ἔπεισεν αὑτὸν ἢ καθά- παξ ἔξω μνήμης ἀφιέναι τοῦτον ἢ μεμνημένος κοσμεῖν ἀπὸ τῶν οὐ προσηκόντων, νῦν ἂν ἦν ἐν Λυκείῳ λέγων ἅπερ εἰώθει.