Ancient Greek · ~6 min
Chapter 32
Libanius, Declamatio I 32
Not analysed yet
ἀλλ’ οὐκ ἦν ἔμφυτον τῷ γενναίῳ τούτῳ πτῆξαι καὶ ταπεινωθῆναι τῇ γραφῇ καὶ μισθὸν τῆς αὑτοῦ σωτηρίας καταθεῖναι τούτῳ τὴν περὶ αὐτοῦ σιωπήν, ἀλλ’ ἠξίου τοῖς βεβιωμένοις σώζεσθαι καὶ καταστὰς ὑπὸ ταῖς ὑμετέραις ψήφοις διά γε τὴν ἀλή- θειαν <ἀπελθεῖν> ἀθῷος, ἀλλ’ οὐ ταῖς παρὰ τῶν κατη- γόρων ἐπονειδίστοις |διαλλαγαῖς. 33. Ὡς μὲν οὖν οὔτ’ Ἄνυτος διαφθορᾶς τὴν νεότητα ῥυόμενος καὶ ζημίαν αὑτοῦ νομίζων εἶναι, εἴ τις τοὺς ὑμετέρους παῖδας ποιήσει κακούς, Μέλητον τουτονὶ γράψασθαι Σωκράτην ἀνέπεισε Σωκράτει τε ἐξὸν ἀπηλλάχθαι τοῦ νῦν παρόντος κινδύνου θαρρεῖν ἐπῆλθε τὴν κρίσιν τῷ μηδὲν αὑτῷ συνειδέναι φαῦλον μηδὲ τιμωρίας ἄξιον, ἐκ τούτων ὑμῖν δεδηλῶσθαι νο- μίζω. ἥσθην δὲ οἷς ἐνίων ἤκουσα λέγ’ ὄντων, ἡνίκα ἐκληροῦσθε. πάνυ γάρ τισιν ἐπῄει θαυμάζειν, εἰ πάλαι πονηρευομένου Σωκράτους καὶ διατριβὰς ἐπ’ ὀλέθρῳ τῶν νέων ποιουμένου τοσούτοις ὕστερον χρόνοις διὰ ταῦτα ἀγανακτῶν ὤφθη καὶ τὸ τοῦ πράγματος αἴτιον ἐζήτει παρ’ ἄλλοις. 34. Ἐντεῦθεν δὴ καὶ αὐτὸς ποιήσομαι τὴν τῶν ἐλέγχων ἀρχήν. ἐξ ὧν καὶ διότι κατήγορος ὀψέ ποτε ἐπέστη, μᾶλλον εἴσεσθε. ἐρωτῶ δὲ ὑμῶν ἐναντίον τὸν φιλόπολιν Ἄνυτον· εἰπέ μοι, πρὸς θεῶν, ὁ γέρων οὗτος ὁ γεγονὼς ἑβδομήκοντα ἔτη χθὲς καὶ πρῴην ἐγένετο πονηρῶν διδάσκαλος, πέρυσι, τῆτες, τὸν δ’ ἄλλον ἅπαντα χρόνον χρηστὸς ἦν οὐδὲν οὔτε μικρὸν οὔτε μεῖζον βλάπτων τὴν πόλιν, καὶ δεῖ δήπου διὰ μὲν ἐκεῖνον ἐν ᾧ βέλτιστος ἦν ἐπαινεῖσθαι, διὰ δ’ αὖ τὴν συμβᾶσαν μεταβολὴν μισεῖσθαι;