Ancient Greek · ~1 min
Chapter 35
Libanius, Declamatio I 35
Not analysed yet
τί φῄς, Ἄνυτε; τί σιγᾷς; ἄνωθεν ἦν μιαρὸς ἄνθρωπος ἢ πρὸς γῆρας ἥκων ἐπῄ- νεσε κακίαν; καὶ μὴν καὶ σιγῶν ἀποκέκρισαί μοι. ὅτε γὰρ ἀνδρῶν τεθνεώτων ἐμέμνησο φάσκων ὑπὸ μὲν ἐκείνων κακῶς πεπονθέναι τὴν πόλιν, αὐτοὺς δὲ ὑπὸ τούτου διεφθάρθαι, ὡμολόγεις μὴ νῦν ἡμῖν ἦρχθαι τῆς διαφθορᾶς τὸν Σωκράτην, ἀλλ’ ἐξ οὗπερ εἰς |τὸ φιλοσοφεῖν κατέστη.