Ancient Greek · ~3 min
Chapter 36
Libanius, Declamatio I 36
Not analysed yet
διὰ τί οὖν, ὦ κηδεμὼν τῶν νέων, ἀρχαία μὲν ἡ πονηρία, βραδεῖα δὲ ἡ γραφή, καὶ πάλαι μὲν ἡμᾶς ἑώρας ἀδικουμένους, ὀψὲ δὲ ἥκεις βοηθήσων; οὐκ ἐπεδήμεις γενεὰν ὅλην καὶ ἔτι πλέον; οὐχ ἑώρας τοὺς ἐρῶντας αὐτοῦ νεανίσκους; οὐκ ἐπή- κουες τῶν λόγων; καὶ γὰρ οὐχ ὧδε ἔσται ἀναχωρεῖν σοι, ὅτι ἄρα καταδὺς οὗτος εἰς γωνίαν καὶ θύρας ἐπι- θεὶς καὶ καταλαβὼν ὅρκοις τοὺς συνόντας ἦ μὴν κρύ- ψειν τὴν ἀκρόασιν καὶ θῦμα θυσάμενος δι’ ἀπορρή- των ἐδίδασκε τοὺς λυμεῶνας λόγους, οἷς τὸν μὲν ἄλλον ὑπῆρξε λανθάνειν χρόνον, ὕστερον δὲ εἰς φῶς ἐλθεῖν συνέβη τῶν τὴν γλῶτταν ἀκολάστων τινὸς ἐκ- λελαληκότος.