Ancient Greek · ~1 min
Chapter 37
Libanius, Declamatio I 37
Not analysed yet
ἀλλ’ ἴστε ὅτι τῶν τόπων τοὺς ὅτι πλείστους συνάγοντας ἀνθρώπους ἀνὴρ ἠγάπα καὶ τοσοῦτον ἀπεῖχε τοῦ χαίρειν ταῖς ἐρημίαις, ὥστε μᾶλλον ἄν τις αὐτῷ τὸ τὰ πλήθη διώκειν ἐπ’ αἰτίαν ἤγαγεν ἢ τὸ τοῖς νέοις οὐδενὸς παρόντος ὁμιλεῖν. εἷς οὖν ἦσθα τῶν ἀκουόντων καὶ τὴν ζημίαν οὐκ ἀγνοούντων καὶ φανερῶς ἐφ’ ὅ χωρεῖ τὸ πρᾶγμα συνιέντων.