Ancient Greek · ~2 min
Chapter 38
Libanius, Declamatio I 38
Not analysed yet
τί οὖν ἔδει τὸν εὔνουν ποιεῖν; ἀγανακτεῖν, βοᾶν, μὴ δι- δόναι τῷ κακῷ βαδίζειν, ἄνδρες Ἀθηναῖοι, λέγειν, ἐπὶ τοὺς νόμους ἀσκεῖ Σωκράτης τοὺς νέους. ἡ πολιτεία κινδυνεύεται. θρασεῖς ἡμῖν καὶ τυραννικοὺς καὶ ἀφορήτους καὶ τὸ ἴσον ὑπερο- ρῶντας ὁ σοφιστὴς ἀνθρώπους δημιουργεῖ. οὐ κωλύσομεν; I οὐκ ἐπισχήσομεν; οὐκ ἐκβα- λοῦμεν τοῦτον, πρὶν <ἂν> τὴν τῶν νόμων ἰσχὺν ἐκβάλωσιν οἱ παρὰ τούτῳ τρεφόμενοι; ταῦτ’ ἔδει λέγειν καὶ πρὸς τούτῳ τί ποιεῖν Ἄνυτον; τὸν γραψό- μενον κινεῖν, εἰ μὴ αὐτός γε ἐβούλετο.