Ancient Greek · ~2 min
Chapter 39
Libanius, Declamatio I 39
Not analysed yet
ἦν βασι- λεὺς ἡμῖν ἀρχὴ καὶ τὸν ἄλλον ἅπαντα χρόνον, Ἄνυτε, ἦσαν Εὐμολπίδαι, ἦν ἅπασα ἁπλῶς ἡ περὶ τὴν εὐσέ- βειαν φυλακή. λέγε δὴ τουτοισὶ τὴν αἰτίαν τῆς βρα- δυτῆτος. ἀπράγμων ἦσθα; καὶ μὴν ἡ νυνὶ παρασκευὴ καὶ τὸ μηδενὸς ἀπέχεσθαι πρὸς τὸ τὸν ἄνθρωπον ἀν- αρπάσαι πᾶν τοὐναντίον μαρτυρεῖ. ἀλλ’ οὔπω τὸν δῆ- μον ἐφίλεις καὶ διὰ τοῦτ’ οὐκ ᾤου δεῖν φροντίζειν, εἴ τινες εἰς ἄνδρας ἐλθόντες ἐκ πονηρῶν ἀκουσμάτων καταλύσουσιν αὐτόν.