Ancient Greek · ~8 min
Chapter 40
Libanius, Declamatio I 40
Not analysed yet
πότερον <οὖν> σὲ μὲν δεῖ κατηγορεῖν, τοῦτον δὲ ἀποθνήσκειν, ἢ τὸν μὲν ὧν ἔβλαπτε, σὲ δὲ ὧν ἔχων ἐλέγχειν ἐπέτρεπες ἀδικεῖν ὑπέχειν δίκην; μετὰ γὰρ τοῦ κακῶς ποιοῦντος τὸν παρὸν κωλύειν οὐκ ἐθελήσαντα θετέον. ἢ οὖν οὐδὲν ἠδίκει Σωκράτης καὶ κατὰ τοῦτο ἡσυχάζων νῦν ὡς οὐ δικαίως ἐπεξέρχῃ δεικνύεις ἢ κακῶς ποιεῖν ἐπιτρέπων τὴν πόλιν συνηδίκεις ἐν τῷ περιορᾶν ἃ παῦσαι πρό- χειρον ἢν. 41. Ἀλλ’ οὐχ ἡμάρτανεν, ὦ Ἀθηναῖοι, Σωκράτης, οὐδ’ ὀφείλει δίκην Ἄνυτος ὑμῖν τῷ συγκεχωρηκέναι τοσαῦτα τολμᾶν ἐκείνῳ, ἀλλὰ τὸν οὐδὲν ἀδικοῦντα συκοφαντεῖ νῦν. οὐ γὰρ ἀδικοῦντος ἐφείδετο πρότερον, ἀλλὰ μηδὲν ἀδικοῦντα κρίνει νῦν. οὐδὲ γὰρ ἐν ταῖς ἰδίαις οἰκίαις οὓς ἴσμεν τῶν οἰκετῶν κλέπτας ὄντας R III 15 καὶ περὶ τὰ σκεύη κακούργους, ἐφέντες |τούτοις ἀεί τι τῶν ἔνδον ὑφαιρεῖσθαι περιμένομεν ἐν γήρᾳ παρ’ αὐτῶν δίκην λαβεῖν, ἀλλ’ εὐθὺς κολάζομεν, καὶ πέδαι καὶ μάστιγες καὶ μύλων. καὶ ὅτε πρῶτον ἁλοῖεν, στρεβλοῦνται. Σωκράτους δὲ δοκεῖ τὸ πᾶν ὑμῖν ἀνασχέ- σθαι τοσοῦτον χρόνον Ἄνυτος διορύττοντος τὴν δημο- κρατίαν καὶ παρασκευάζοντος ὑμῖν ὀλέθρους πολίτας; 42. Ἀλλ’ ἐῶ τουτὶ καὶ θῶμεν Ἄνυτον ὑπὸ τοῦ μᾶλλον ἑτέροις πράγμασι προσέχειν τὸν νοῦν κεκωλύ- σθαι ταῦτα ἰδεῖν τὰ πονηρεύματα. ἔστι μὲν γὰρ οὐδὲ τοῦτο ἄξιον, ὦ Ἀθηναῖοι, συγγνώμης. μὴ γὰρ ἔστω μηδενὶ τοσαύτη τῶν οἰκείων πρόνοια, δι’ ἣν ἐπὶ τὸ σχῆμα τῆς πολιτείας ὁρῶν ἰόντα κίνδυνον περιόψεται. ὅμως δ’ οὖν ἀφείσθω τῆς μέμψεως, εἰ τῶν κοινῶν ὑπ’ ἀσχολίας τῆς ἀπὸ τῶν ἰδίων ἠμέλησεν. 43. Ἀλλὰ καὶ τούτου σιγῶντος πῶς οὐχ ἧκεν ἄλλοθεν κατηγορία καὶ κρίσις; οὐ μεστὸν μὲν τὸ βῆμα τῶν λεγόντων ἐστὶν ἐπ’ ἐκκλησίας, πλήρη δὲ τὰ δικα- στήρια τῶν γραφομένων τῶν μὲν ἐπὶ τοῖς ὄντως ἀδι- κήμασι, τῶν δὲ δι’ ἔχθραν καὶ συκοφαντίαν, ἔστι δὲ ὧν ἐπὶ τῷ ταράξαι καὶ λαβεῖν ἀργύριον; οὐ μεστοὶ γεγόναμεν τῶν πρὸ τῶν Ἐπωνύμων ἐκκειμένων ὁ δεῖνα τοῦ δεῖνος τὸν δεῖνα |ἐγράψατο; ἀλλ’ οὐχ ὁ δεῖνα τοῦ δεῖνος Σωκράτην Ἀλωπεκῆθεν οὔτε ἀσεβείας οὔτε λύμης τῶν νέων, οὐχ ὕβρεως, οὐκ ἄλλου τινός.