Ancient Greek · ~4 min
Chapter 5
Libanius, Declamatio I 5
Not analysed yet
τοῦτο δὲ γένοιτ’ ἂν ὑμῶν ἀκούειν εὐμενῶς ἐθελόντων. καὶ γὰρ εἰ μὲν ἐμπείρως ἔχων τῶν ἐν τοῖς δικαστηρίοις λόγων Σωκράτης πρὸς τἀς τούτων παρασκευὰς ἱκανῶς ἐτύγχανεν ἠγωνισμένος, ’ίσως ἂν ὑμῖν ἐξήρκει παρ’ ἐκείνου καὶ περὶ ὧν κρίνεται διδαχθεῖσι τὴν ψῆφον ὀρθῶς |φέρειν· ἐπεὶ δέ, ὥσπερ ἐπὶ τῶν ἐργαστηρίων, οὕτω καὶ νῦν ἐν ὑμῖν δι- είλεκται, τῇ παρούσῃ μὲν οὐ συμφερόντως χρείᾳ, μίαν δ’ οὖν αὑτῷ λύσας διαβολήν, ὧς οὐκ ἄρα εἴη δεινὸς λέγειν, ἡμῶν, ὦ ἄνδρες, πρὸς θεῶν, ἀνάσχεσθε τῶν οὐ δυνα- μένων μὲν ἐξισοῦσθαι πρὸς τὸν Ἀνύτου λόγον, ἴσως δὲ ὑμῖν τι συμβαλουμένων καὶ τἀληθῆ μᾶλλον ἐρούν- των ἤ οὗτοι. 6. Οἶδα μὲν οὖν ὅτι διαβολή τις κατεσκέδασται Σωκράτους ὑπὸ τῶν ἐν ταῖς συνουσίαις τοὺς παρ’ ἐκείνου μὴ φερόντων ἐλέγχους, οἱ δικαιότερον ἂν αὑ- τοῖς ἐπιτιμῶντες, ὅτι τῆς αὑτῶν διανοίας ἠμέλουν, τὸν οὐκ ἐῶντα ῥᾳθυμεῖν περὶ τὰ μέγιστα τῶν ἐν ἀνθρώ- ποις ἐμίσουν καί τινας καθίεσαν τοὺς τὰ τοιαῦτα λέγοντας· τὸν μιαρόν, τὸν ὄλεθρον, τὸν λυμεῶνα τῶν νέων.