Ancient Greek · ~2 min
Chapter 44
Libanius, Declamatio I 44
Not analysed yet
ἀλλ’ οἱ φιλοτιμούμενοι καὶ τὰ αὑτῶν εἰς ὑμᾶς ἀναλίσκοντες καὶ προστάται τῆς πόλεως ἐπιθυμοῦντες ἀκούειν καὶ τῷ τὰ κοινὰ θερα- πεύειν σεμνυνόμενοι καὶ τὰς ἀντὶ τούτων τιμὰς παρ’ ὑμῶν λαμβάνοντες διὰ μὲν κλοπὰς καὶ μνᾶς ὀλίγας οὐκ ὤκνουν γράφεσθαι καὶ κατηγορεῖν νομίζοντες τὴν ἐπὶ τῶν ἐλαττόνων ἀκρίβειαν τῶν μειζόνων εἶναι περι- φανῆ σωτηρίαν· ἄνθρωπον δὲ ὁρῶντες ὑποσπῶντα τὰ τῆς πόλεως ἰσχυρὰ καὶ τοσαύτη χρώμενον κατὰ τῶν νόμων τρυφῇ, ὥστε ἐν μέσῳ μηδὲν ὑποστελλόμενον πράττειν <τὴν> τῆς πολιτείας κατάλυσιν, εἴων, ἐπέτρε- πον, συνεχώρουν, μόνον οὐ δωρεῶν ἠξίουν; καὶ τίς ἂν πιστεύσειε;