Ancient Greek · ~2 min
Chapter 45
Libanius, Declamatio I 45
Not analysed yet
καίτοι τίς ὑμῶν οὐκ οἶδε, πηλίκον τινὲς ὑμῶν παρ’ ὑμῖν δυνηθέντες ἐν εὐδαιμονούσῃ καὶ μέγιστον ἰσχυούσῃ τῇ πόλει στρατηγοῦντες καὶ τὸν δῆμον ἄγοντες καὶ τὸ μὲν ὄνομα τῇ δημοκρα- τίᾳ τηρήσαντες, τῷ δὲ ἔργῳ εἰς μίαν τὴν αὑτῶν ἀρχὴν μεταθέντες καὶ πόλιν ὅλην Λακεδαιμονίων εἰς τὸν φθόνον τὸν αὑτῶν κεκινηκότες καὶ ναυ- μαχίας νενικηκότες καὶ νήσους εἰληφότες ὅμως οὐ διέφυγον τὸ μὴ δοῦναι λόγον ἐν τουτοισὶ τοῖς δικα- στηρίοις; οὐδὲ τοὺς βουλομένους κατηγορεῖν ἀπέστησε τῆς γραφῆς τὸ τῶν κριθησομένων ἀξίωμα, ἀλλ’ ἔφευ- γον, ἠγωνίζοντο, ἀπελογοῦντο.