Ancient Greek · ~2 min
Chapter 46
Libanius, Declamatio I 46
Not analysed yet
ταχύ γ’ ἂν οὖν ἔδεισαν τὴν πενίαν Σωκράτους καὶ τὴν τῶν δικανικῶν ἀγώνων ἀπειρίαν οἱ τὸν ποικιλώτατον τῶν ῥητόρων καὶ πολέ- μου καὶ εἰρήνης καὶ τῶν ὅλων κύριον κρίναντες. τί οὖν ἦν τὸ τῆς σιωπῆς αἴτιον; οὐ τὸ μὴ εἶναι τοὺς τὰ ἀδικήματα ὁρῶντας, ἀλλὰ τὸ τοῦτον νῦν τὸ συκοφάν- του πρᾶγμα ποιεῖν. καὶ μὴν εἰ τὸ πολλάκις κεκρί- σθαι τὸν φεύγοντα πρὸς τῶν κατηγόρων ἐστίν, ᾧ γε μήτε ταύτην μήτ’ ἄλλην ἐπήνεγκεν αἰτίαν μηδὲ εἷς, πῶς οὐκ ἂν οὗτος τούτῳ πρὸ τῶν ἄλλων ἀποφεύγοι;