Ancient Greek · ~6 min
Chapter 47
Libanius, Declamatio I 47
Not analysed yet
|Πολλῶν δὲ ἐνόντων εἰπεῖν τὸ μὲν ἀπάν- τῶν ἀτοπώτατόν ἐστι τὸν ἐν Λυκείῳ διατρίβοντα καὶ πάντα τὸν βίον ἐν τῷ διαλέγεσθαι καὶ ζητεῖν ἀνηλω- κότα τῶν ῥητόρων αἰτεῖν γραφάς. ἴστε γὰρ δήπου τοῦθ’ ὅτι τῶν τὰ κοινὰ πραττόντων καὶ ἐπὶ τὸ βῆμα ἀνιόντων καὶ γνώμας ἀγορευόντων καὶ ψηφίσματα γρα- φόντων τούτων ἐστὶ τὸ τοῖς τοιούτοις ἐπιχειρεῖν, οἴ τὸ δύνασθαι βλάπτειν τὸν δῆμον ἐξ αὐτοῦ τούτου τοῦ παρὰ τῷ δήμῳ δύνασθαι λαβόντες ἔχουσιν. εἰ δέ τις ἐν ταῖς παλαίστραις πρὸς τοὺς σοφιστὰς ἤ τινας ἄλλους τῶν ἀεὶ συγγινομένων περὶ τῶν ἀεὶ παραπιπτόντων 5 φιλοσοφεῖ, πῶς ἂν οὗτος οἷός τε εἴη τὴν πολιτείαν μετακινεῖν; 48. Τουτὶ μὲν οὖν, ὦ ἄνδρες, τοσοῦτον ὂν ἐῶ, ἐκεῖνο δ᾿ αὐτὸν ἐρήσομαι· Σωκράτης ἐμίσει τὴν δημοκρατίαν, Ἄνυτε, καὶ τύραννον ἡδέως ἂν εἶδεν ἐφεστῶτα τῇ πόλει; τίνα τοῦτον; ἤ, πρὸς Διός, αὑτόν; ῥᾳδίως γ᾿ ἂν ὁ ἄνθρωπος ἐμισθοδότησε δορυφόρους καὶ ξενικὸν κὸν συνεστήσατο καὶ πολλοὺς οἰκέτας ὥπλισεν. 49. Ἀλλ᾿ αὐτὸς μὲν οὐκ ἐδεῖτο τοῦ σχήματος, ἑτέρους δ᾿ ἐνῆκε. πάλιν τοίνυν ὥσπερ ἠδίκει μὴ πάλαι κρίνων Σωκράτη, . . . . . . . . . εἰ γὰρ ὅσοι τούτῳ συγγεγένηνται διεφθαρμένοι τυγχάνουσι καὶ καταφρονεῖν ἐπαιδεύθησαν τῶν νόμων, τί μαθὼν οὐ πάντας ὑμῖν τούτους παρέδωκε; τί μὴ κατὰ πάντων ἀπενήνοχε |γραφάς; οὐ γὰρ δὴ τὸν μὲν παρακαλοῦντα πρὸς τὰ πονηρὰ δίκης ἄξιον νομιστέον, δι᾿ ὧν δὲ τὰ ἔργα ἐπράχθη, τούτοις δὴ δεῖ πρᾴως ἔχειν. οὐδὲ γὰρ ἐν τοῖς φονικοῖς νόμοις οὕτως ὁρῶμεν διῃρημένον, ἀφεἴ- σθαι μὲν αἰτίας τὸν δράσαντα, ἄγειν δὲ εἰς κρίσιν τὸν αἴτιον, ἀλλὰ τὸν ἀνδροφόνον προσειπὼν τούτῳ τὸν αἴτιον τοῦ φόνου προσέθηκε μιαρώτερον ἡγούμενος τὸν πράξαντα τοῦ πεπεικότος.