Ancient Greek · ~2 min
Chapter 50
Libanius, Declamatio I 50
Not analysed yet
ἀλλὰ νῦν ὁ μὲν πείθων ἀνελεῖν τοὺς νόμους Σωκράτης κρίνεται, τῶν δὲ ἐπιθησομένων τῇ τούτων κατ’ ἀλύσει λόγον οὐδεὶς ἀπαιτεῖται. καίτοι τὸν φάσκοντα τῶν νόμων φροντίζειν διὰ πάντων τῶν <τῇ> δημοκρατίᾳ δυσμενῶν χωρεῖν προσῆκεν, ἀλλ’ οὐ τοὺς μὲν ὑπερπηδᾶν, ἐνὶ δὲ πολε- μεῖν μόνῳ. δῆλον γὰρ ὅτι καὶ Σωκράτους ἀποθανόν τος οἴ γε ὑπὸ τούτου. διεφθαρμένοι κακοὶ περὶ ὑμᾶς ἔσονται. τίς ἂν οὖν ἰατρὸν ἀποδέξαιτο παντὶ μὲν ὀφείλοντα βοηθῆσαι τῷ σώματι, τηροῦντα δὲ ἐν τῷ πλείονι τὸ νόσημα;