Ancient Greek · ~3 min
Chapter 7
Libanius, Declamatio I 7
Not analysed yet
ἃ δὴ καὶ τούτοις ἔδωκε θαρρῆσαι τὴν γραφὴν ἀπενεγκεῖν, ἐπεὶ καὶ πρῴην τινὸς προσελθόν- τος αὐτοῖς καὶ λέγοντος οὐ σφόδρα συνήδεσθαι τοῖς διώκουσιν, οὐδὲ γὰρ οὐδ’ ὁρᾶν εἰς τὸ κρατήσειν ἀφορ- μάς, τὸ τῶν δικαζόντων πρὸς τὸν κινδυνεύοντα μῖσος μεγάλην ἔφασαν σφίσιν αὐτοῖς ὑπάρχειν πλεονεξίαν. πάλαι γὰρ αὐτὸν ἐπιθυμεῖν ὑπὸ ταῖς ψήφοις λαβεῖν, ὥστ’ αὐτοῖς ἀρκεῖν φανῆναι. ἃ γὰρ αὐτὸς ἄν, εἴπερ ἐδίκαζεν, Ἄνυτος ἐποίει καὶ οἱ μετὰ τούτου, ταῦτα παρ’ ὑμῶν προσδοκᾷ. κακῶς ἐλπίζων. διὰ τί; ὅτι πρῶτον μὲν ἐν ὑμῖν οὐκ ὀλίγους ἑώρων πολλάκις ἡσθέντας, ὁπότε Σωκράτης τοὺς ἀλαζόνας ἐλέγχοι, καί, νὴ Δία γε, καὶ πρὸς ἀρετὴν διὰ τοῦτον |ἐπιδεδωκότας οὐ μικρόν.