Ancient Greek · ~1 min
Chapter 58
Libanius, Declamatio I 58
Not analysed yet
ἀλλ’ οὐκ ἔδειξεν αὑτὸν ἐν μέσῳ, λάθρα δὲ τὸ πρᾶγμα συνέθηκεν ὧς ἄν <τις> ὄχλῳ μὲν οὐκ εἰωθὼς χρῆσθαι, τῶν δ’ αὐτῶν ἐκείνοις ἐπι- θυμῶν; ἑτέρου ταῦτα ἦν τοῦ καὶ τῶν τετρακοσίων ἑνὸς καὶ λόγον ὕστερον ὧν ἔδοξεν ἀδικεῖν δεδωκότος. Σωκράτης δὲ οὔτε φυομένου συνεφήψατο τοῦ πράγ- ματος οὔτε ἀκμάζοντος ἐκοινώνησεν οὔτε πεπραγμέ- νου κέκριται.