Ancient Greek · ~2 min
Chapter 59
Libanius, Declamatio I 59
Not analysed yet
οὐ μὴν οὐδὲ τερπόμενός γε ἐφάνη ποτὲ τῇ μεταστάσει καὶ συνευχόμενος τοῖς ἔχουσι τὴν ἀρχήν, ὡς ἄν τις δειλίᾳ μὲν φεύγων τὴν κοινωνίαν, πονηρίᾳ δὲ χαίρων τῷ κακῶς πάσχειν τὸν δῆμον. οὐ τοίνυν οὐδὲ τῶν τριάκοντα ἦν οὔτε συνάρχων οὔτ’ ἐπαινέτης, ἀλλ’ οὕτως οὐκ ἤρεσκον ἀλλήλοις, ὥσθ’ ὁ μὲν κατηγόρει τῶν ὑπ’ ἐκείνων πραττομένων, Κριτίας δὲ ὁ μαθητής τε καὶ φίλος σιγῆς ἐτιμᾶτο τῷ διδα- σκάλῳ. ἔστιν οὖν ὅπως <ἄν> ἄνθρωπος τυραννικὸς ἀποῦσαν μὲν κατασκευάζοι τὴν τυραννίδα, παρούσῃ δὲ ἄχθοιτο, καὶ εὔχοιτο μὲν ἂν ἰδεῖν ἄκυρον τῶν πραγ- μάτων τὸν δῆμον, ὁρῶν δὲ λυποῖτο; |