Ancient Greek · ~1 min
Chapter 60
Libanius, Declamatio I 60
Not analysed yet
ποῦ τοίνυν ὁ τυραννοδιδάσκαλος; ἐπίδειξον. ἄγων τοὺς νέους ἧκε παρὰ τὸν Δρακοντίδην καὶ Χαρικλέα καὶ Μηλόβιον καὶ τοὺς ἄλλους καὶ παράδειγμα βίου καλ- λίστου τούτους ἐκέλευσεν ἡγεῖσθαι, καὶ τῶν μὲν ἐδεήθη μεταπέμπεσθαι τοὺς νεανίσκους, τοῖς δὲ παρῄνεσεν εἰς ἐκείνους βλέπειν καὶ σκοπεῖν ὅπως διαδέξονται τὴν τυραννίδα;