Ancient Greek · ~3 min
Chapter 61
Libanius, Declamatio I 61
Not analysed yet
καὶ τούτων ἂν ἐπιδείξῃ <τι> τήερον Ἄνυτος, δίκαιός ἐστι κατήγορος <καὶ> κήδεται τῆς πόλεως, εἰ καὶ βραδέως. εἰ δ’ ἀπὸ μὲν καιρῶν ἱκανῶν δεῖξαι φύσιν τυραννικὴν οὐκ ἂν δύναιτο τὸν ἄνθρω- πον ἐλέγχειν, αἰτίας δὲ συναγαγὼν οὐκ οὔσας παρο- ξύνει τοὺς ὀμωμοκότας, μὴ λανθανέτω μετὰ Σωκρά- τοὺς ἀδικῶν οὓς ἐπιορκεῖν ἀναγκάζει. 62. Τί οὖν ἐστι δι’ ὃ γράψασθαι τετόλμηκε καὶ οὕτω τεθαρρηκότως τηλικαύτην αἰτίαν ἐπήνεγκεν; Ἡσι- όδου, φησίν, ἔπη] καὶ Θεόγνιδος καὶ Ὁμήρου καὶ τῶν Πινδάρου μελῶν, τοὺς δὲ ποιητὰς τού- τούτους καὶ δόξης καὶ τιμῶν τετυχηκέναι παρά τε τοῖς ἄλλοις καὶ ἡμῖν, τούτων, φησί, τῶν ἀνδρῶν ἐπιλαμβάνεται καὶ τῶν εἰρημένων οὐκ ὀλίγα δείκνυσι πονηρῶς ἔχοντα.