Ancient Greek · ~2 min
Chapter 69
Libanius, Declamatio I 69
Not analysed yet
οὕτως ἐπιλαμβάνεται Πινδάρου Σωκράτης, ὧς σὺ Σωκράτους, μᾶλλον δὲ οὐχ οὕτως. ὁ μὲν γὰρ δικαίως, σὺ δὲ ἀδί- κως, καὶ ὁ μὲν βλάπτοντος, σὺ δὲ ὠφελοῦντος, ἀλλὰ τό γε <πρᾶγμα> γε <πρᾶγμα><πρᾶγμα> τῆς |αὐτῆς ἐξουσίας. οὐκ ἄνισον αὐτὸν μὲν ἀξιοῦν ψέγειν τῶν πολιτῶν τοὺς λόγους, τῶν δὲ πολιτῶν μηδενὶ τὰ τῶν ἄλλων ἐπι- τρέπειν εἰς ἐξέτασιν ἄγειν, ὥσπερ νόμῳ φύσεως ἠναγ- κασμένον τοὺς μὲν ἐκ Βοιωτίας ἢ οὐκ οἶδ’ ὁπόθεν σοφίᾳ διαφέρειν, τοὺς δὲ τῆς Ἀθηνᾶς τροφίμους ἀμα- θίᾳ συνοικεῖν; καίτοι τοὐναντίον ἐδόκει τὸν ἔμπρο- σθεν χρόνον. σὺ δὲ οὐκ ἐᾷς.