Ancient Greek · ~2 min
Chapter 78
Libanius, Declamatio I 78
Not analysed yet
καὶ τί δεῖ λέγειν τοὺς ποιητάς; ἀλλὰ τοῦ Δῖός οὐχ ὕοντος καὶ πάλιν ἔξω τοῦ μετρίου βοῶμεν ὧς ἀδικούμενοι καὶ τί ποιῶν δίκαιος ἂν ἦν περὶ τὴν γῆν λέγομεν. καὶ ταύτας τὰς κατηγορίας οὐκ ἠγνόει Θέογνις ὁ Μεγαρεύς. εἶτ’ ἐνιαυτοῦ μὲν καὶ ὡρῶν καὶ αὐτοῦ γε τοῦ Δῖός ἐπιλαμβανόμεθα καὶ οὐδεὶς ἐπιφέρει γραφήν· ἂν δέ τις ὅτι τὸν Πίνδαρον ἐξέφυγέ τι τῶν σεσιγῆσθαι βελτιόνων εἴπῃ πρὸς νέους ἢ πρε- σβυτέρους, τοῦτον εὐθὺς ἐπὶ κώνειον ἄγεσθαι δίκαιον, ὁ δὲ μὴ καταψηφιζόμενος ἀπολλύει τὴν πόλιν;