Ancient Greek · ~6 min
Chapter 79
Libanius, Declamatio I 79
Not analysed yet
καὶ τίς ἂν εὖ φρονῶν φήσειε; καὶ γὰρ εἰ καὶ σφόδρα παρὰ τῶν προγόνων τῶν ἡμετέρων τετίμηνται, μισθὸς τοῦτό γέ ἐστι τῶν εἰς τὴν πόλιν ἐπαίνων βραχέων δή τινων ὄντων, οὐ τοῦ πάντα τοῖς ποιηταῖς ὑγιῶς εἰρῆ- σθαι τεκμήριον. ἀλλ’ ὅτι ὁ μὲν Μενεσθέως ὧς δεινοῦ τάττειν στρατιώτας ἐμνήσθη, τῷ δ’ ὅτι τῆς Ἑλλάδος ἡ πόλις ἔρεισμα προσερρήθη, λόγους ἔργοις ἀμειβόμε- νοὶ καὶ διὰ τὴν ἔμφυτον μεγαλοψυχίαν ὧν ἐν ταῖς πράξεσι τὴν μαρτυρίαν εἶχον, τούτων τοῖς ἐπαινοῦσιν ἀξιοῦντες εἰδέναι χάριν ἐκόσμουν ἐν τῷ μέρει καὶ αὐτοὶ τοὺς ποιητὰς οὐ δούλην ποιοῦντες τὴν πόλιν 6 οὐδ’ ὁμολογοῦντες πρὸς αὐτούς, ὡς ἂν ὕστερον Σω- κράτης μὴ πάντα ἐπαινῇ τἀκείνων, ἀποθανεῖται. κωλύει δ’ οὐδέν, ὦ Ἀθηναῖοι, τοὺς αὐτοὺς καὶ τὰ ὄντα περὶ τῆς πόλεως ὑμνηκέναι καὶ συμβούλους |οὐ πάντα ἀγαθοὺς γεγονέναι. 80. Ὁ αὐτὸς τοίνυν ἔστι μοι λόγος καὶ περὶ τοῦ μέμφεσθαι, φησίν αὐτὸν τῶν ἐθῶν τισι τῶν παρ’ ἡμῖν. εἰ μὲν γὰρ ὅλως Σωκράτης κατὰ τῆς πόλεως διεξέρχεται λόγους καὶ πείθει λυσιτελεστέραν εἶναι τὴν ἀντὶ τῶν νόμων ἑνὸς ἄφρονος βουλήσει διοικου- μένην, ἐν ᾗ δορυφόρων ἀσέλγεια καὶ περὶ γάμους ὕβρις καὶ χρημάτων ἁρπαγαὶ καὶ παρθένοι παροινού- μεναι καὶ παῖδες ἀδικούμενοι καὶ φυγαὶ καὶ φόνοι καὶ οἰμωγαὶ καὶ δακρύων συνέχεια, εἰ τούτων ἐρᾷ καὶ ταῦτα παιδεύει, θαυμάζω εἰ <τὸν> τ πολύν, ὦ βεβίωκε χρόνον πάλαι θάνατον ὀφείλων Ἀθηναίοις· εἰ δὲ δημοκρατεῖσθαι μὲν ὑμᾶς βούλοιτ’ ἄν, ἔστι δὲ ἃ τῶν ἐθῶν οὐ καλῶς ἔχειν ἡγεῖται καὶ λέγει, κατὰ τοὺς τῆς δημοκρατίας, ἄνδρες Ἀθηναῖοι, καὶ τοῦτο νόμους ποιεῖ.