Ancient Greek · ~2 min
Chapter 81
Libanius, Declamatio I 81
Not analysed yet
τίς γὰρ ὑμῶν οὐκ οἶδεν ὡς τὸ τοὺς βλάπτοντας νόμους λύειν ἐξ αὐτῶν ἐστὶ δεδομέ- νον τῶν νόμων; ὁ μὲν γὰρ θεὶς ἡγησάμενος συμφέ- ρειν ἔγραψεν, ὁ δ’ εὑρὼν οὐ τοιοῦτον ἔλυσεν αὐτοῦ καλοῦντος ἐφ’ ἑαυτὸν τοῦ νόμου. εἰ γὰρ μὴ λυσι- τελῶ τοῖς χρωμένοις ἐφ’ ὅπερ ἐγράφην μηδὲ τοῖς ἔργοις βεβαιῶ τὴν ὑπόσχεσιν, κίνει τὰ γράμματα, κατηγόρει, μηδὲν ὑποστέλλου.