Ancient Greek · ~1 min
Chapter 82
Libanius, Declamatio I 82
Not analysed yet
καὶ ταύτην τὴν ἔασιν, ὦ Ἀθηναῖοι, χρόνον οὐδένα διαλε- λοίπαμεν τῇ πολιτείᾳ προσάγοντες νέους ἀντὶ τῶν παλαιῶν τιθέμενοι νόμους. ἐντεῦθεν τὸν |μὲν ἀνείλομεν, τὸν δὲ ἐγράψαμεν. καὶ τὸ πρεσβύτερον ὑπεχώρησε τῷ κρείττονι. πόσους Δράκοντος, πόσους Σόλωνος, πόσους λελύκαμεν Κλεισθένους; τὸ γὰρ χρησιμώτερον ἀντὶ τοῦ φαυλοτέρου κρατεῖ καὶ τὴν ἐκείνου χώραν λαβὸν ἀντ’ ἐκείνου καθίσταται κύριον.