Ancient Greek · ~5 min
Chapter 83
Libanius, Declamatio I 83
Not analysed yet
εἶπον δ’ ἂν ὑμῖν καὶ ἀπηριθμησάμην τούς τε κατεγνωσμένους καὶ τοὺς ἀντ’ ἐκείνων γραφέντας, εἰ μὴ μαρτύριον ἦν ἱκανὸν ἡ ἐξ Ἀρείου πάγου βουλὴ οὐχ ἅπαντα νῦν ἃ πρότερον ἔχουσα. καὶ οὐδὲν ἀντι- λέγει νομίζουσα δεῖν εἴκειν τοῖς νεωτέροις νόμοις οὖσί γε ἀμείνοσιν. εἰ <δὲ> ι περὶ ὧν ἔξεστιν εἰπεῖν ἐν δήμῳ καὶ καθ’ ὧν ὑπάρχει δικαστηρίῳ χρήσασθαι κατηγοροῦντα τὰς ψήφους τ’ ἔνι λαβεῖν, εἰ τούτων μνησθείη τις ἐπὶ τῶν ἐργαστηρίων ἠκριβῶσθαι τὴν πολιτείαν εὐχόμενος, οὗτος ἄχθεται τῷ τὸν δῆμον κρατεῖν; 84. Εἰ μὲν οὖν, ὦ ἄνδρες, τὸ μὲν ἐξὸν πεποιῆσθαι 20 τοὺς τοιούτους τῶν λόγων ὑπῆρχε Σωκράτει, βλάβη δέ τις ἐφαίνετο διὰ τῆς ἐξουσίας, πρῶτος ἂν αὐτοῦ κατεψηφιζόμην ἐγώ, καίτοι τὸ τῆς ἐξουσίας μέρος ἤδη τινὰς ἀγωνιζομένους σέσωκεν, ἀλλ’ οὐ Σωκράτει γε ἡ τοιαύτη πρέπουσα σωτηρία. πῶς οὖν ἀπολογεῖσθαι καλὸν ὑπὲρ ἀνδρός, ὥς γε ἐμαυτὸν πείθω, φιλοῦντος τὴν πόλιν; 85. Σωκράτης, ἐρῶ δὲ τἀληθές, νὴ τὸν Ἀπόλλω τὸν Πύθιον, πολλαχοῦ μὲν μέμνηται τῶν ποιητῶν, οὐκ ἀεὶ δὲ μετὰ ψόγου. ἀλλ’ οὗ μὲν τὸν ἀκούοντα ποιοῦσι βελτίω, καὶ σοφοὺς καὶ γενναίους καὶ θείους καὶ τὰ τοιαῦτα καλεῖ· ζημιοῦντας δὲ ὅταν ἴδῃ καὶ τὸν πειθόμενον εἰς μέγιστον ἄγοντας κακόν, ἐναντιοῦται καὶ δείκνυσι τὸν κρημνὸν οὐκ ἐῶν νέων ψυχὰς εἰς ὄλεθρον ἐμπεσούσας φέρεσθαι.