Ancient Greek · ~8 min
Chapter 86
Libanius, Declamatio I 86
Not analysed yet
ἐν δὴ τοῖς ἐλέγ- χοις τούτοις ἔρχεταί τινα καὶ τοιαύτην ὁδόν, ἣν ἀρ- πάσας Ἄνυτος συκοφαντεῖ. ἐρωτᾷ τὸν συνόντα, |εἰ μὴ σοφὸς Ἡσίοδος. ἀνάγκη τὸν ὑπὸ τῆς φήμης κατειλημμένον ὁμολογεῖν. τί δ’; οὐχ οὗτος ἔργον πᾶν ἐπαινεῖ φάσκων οὐδὲν ἔργον ὄνειδος εἶναι; τοῦτο δεύτερον ἐρομένου Σωκράτους οὐκ ἔστιν ἄρνη- σις. οὐκοῦν ὁ τοῖχον διορύττων καὶ τάφον ἔχει μάρτυρα σοφὸν ἄνδρα, τὸν Ἡσίοδον, τοῦ μηδὲν ἀδικεῖν. ἐνταῦθα ἀνάγκη τὸν μὲν ἐρωτώμενον ἀπορεῖν, τοὺς δὲ παρόντας γελᾶν, οὐδένα δὲ ἀπὸ τῶν λόγων ἐπὶ τὰ πονηρὰ κέρδη τρέχειν, ἀλλὰ πᾶν τοὐναντίον. ἐξεληλεγμένου γὰρ τοῦ ποιητοῦ καὶ γέλωτα ὀφείλοντος ἴσασιν ὧς οὐ πᾶσιν ἐγχειρητέον ἔργοις ἐξῆς. 87. Οὕτω καὶ περὶ Πινδάρου διαλέγεται δεδοικὼς αὐτοῦ τὴν διδαχὴν καὶ φοβούμενος μή τις τῶν νέων ἀκούσας ὧς ὑπερτάτῃ χειρὶ βιάζεται τὸ δίκαιον ἀμελήσας τῶν νόμων ἀσκῇ τὼ χεῖρε. καὶ τοῦτο οὕτως εἰκότως ὑφορᾶται Σωκράτης, ὧς ὁ σοφώτατος Ἄνυτος ἐτόλμησε μεταγράψαι τὸ τοῦ ποιητοῦ καθάπερ ἐν Σκύ- θαις διαλεγομένου καὶ οὐκ εἰσομένοις ἀνθρώποις, τί μὲν Ἀνύτου, τί δὲ Πινδάρου. ἀλλὰ τοῦτο μὲν καλῶς ἐποίησε κακουργῶν. ἐν γὰρ τῷ μεταθεῖναι τὸ τοῦ ποιητοῦ κατηγόρηκε τοῦ Πινδάρου καὶ τὸν Σωκράτην ἐπῄνεσεν. 88. Ἔτι τοίνυν σκέψασθε, πότερον Θέογνις ὀρθῶς φρονεῖ νομίζων πάντα δεῖν ποιεῖν ὑπὲρ χρημάτων ὡς τῆς πενίας σιγᾶν ἀναγκαζούσης ἢ οὗτος οἰόμενος τὸν ἐν πενίᾳ πολλάκις γ’ ἂν τῶν εὐπορούντων ἄμεινον εἰπεῖν δύνασθαι. καὶ ἤρκει μὲν <ἂν> φδ αὐτὰ τὰ τοῦ διώκοντος εἰς τὴν ἀπολογίαν ἡμῖν, ὁ Λάμπρος, ὁ Φειδίας, ὁ μὲν ἐν τῷ περὶ τῶν ἀγαλμάτων λόγῳ νικῶν ἂν Ἰσχόμαχον, ὁ δ’ Ἱππόνικον ἐν τῷ περὶ μου- σικῆς· εἰ δὲ δεῖ τι προσθεῖναι, τίς οὐκ οἶδεν ὧς ἐν ταῖς ἐκκλησίαις πολλοὶ μὲν τῶν τὰς οὐσίας κεκτημέ- νων ἀποροῦντες γνώμης ἄφωνοι |κάθηνται, πολ- λοὶ ’δε τῶν καταδεῶν ἃ συνοίσει λέγουσι; πάλιν τοίνυν ὑφ’ ἐκατέρων γνωμῶν λεγομένων οἷς τε μεγάλοι πλοῦ- τοι καὶ παρ’ οἶς μικρὸν ἀργύριον οἱ μὲν ἔδοξαν οὐκ εὖ φρονεῖν, οἱ δὲ τὰ ἄριστα παραινεῖν. ὀρθῶς οὖν ὑπολαμβάνει Σωκράτης τῶν πεπαιδευμένων, ἀλλ’ οὐ τῶν εὐπορούντων τὸ δύνασθαι λέγειν ἡγούμενος.