Ancient Greek · ~2 min
Chapter 89
Libanius, Declamatio I 89
Not analysed yet
καὶ μὴν Ἀθηναίων γε πλουτοῦσι μὲν οὐ πολλοί, συχνοὶ δὲ οἱ πενόμενοι. κατὰ μὲν οὖν Σωκράτην ἔστιν ὑμῶν τοῖς πολλοῖς λέγειν, κατὰ δὲ Θέογνιν ἄτιμον τοῦ δήμου τὸ πλέον. πότερον οὖν βελτίων, ὦ Ἀθηναῖοι, σύμβουλος καὶ πόλει καὶ ἰδιώταις ὅστις ἐκμαίνει περὶ χρημάτων ἐπιθυμίαν καὶ πείθει καλοὺς ἡγεῖσθαι τοὺς ὑπὲρ τούτων πόνους καὶ κινδύνους καὶ τολμήματα καὶ θανάτους ἢ ὅστις ἐπὶ τὴν φρόνησιν μᾶλλον ἢ τὸν πλοῦτον παρακαλεῖ;