Ancient Greek · ~4 min
Chapter 90
Libanius, Declamatio I 90
Not analysed yet
τοῦτο τοίνυν παρ’ ὑμῶν καὶ τοῦ τῆς πόλεως ἤθους ἐπαιδεύετο Σωκράτης καὶ ἤ μεθ’ ὑμῶν ἡμάρτανεν ἤ μεθ’ ὑμῶν ἀφεῖται τῆς αἰτίας. ὑμῖν γὰρ ἐξῆν, ὦ Ἀθηναῖοι, κοινωνῆσαι βασιλεῖ τῶν πολλῶν καὶ μεγάλων χρημάτων καὶ μερίτας γενέσθαι τῆς οὔσης εὐδαιμονίας αὐτῷ, ὅτε τῇ μεγάλῃ ναυμαχίᾳ πληγεὶς <τῇ> ε περὶ τὴν νῆσον ταύτην τὴν πλησίον ἀπὸ τῶν ὁπλισμῶν ἐλπίδας προέμενος ἐπὶ τὸ διὰ πλούτου κτᾶσθαι τὴν πόλιν ἤρχετο καὶ πέμπων ἐπηγ- N γέλλετο τάλαντα ἀμύθητα χωρὶς τῆς εἰς ἅπαντα τὸν μετὰ ταῦτα χρόνον εὐνοίας. ἀλλ’ οὐκ ἀνεμνήσθησαν ὁ τῆς γῆς ἐκβεβλημένοι καὶ τὰς τριήρεις οἰκοῦντες τῶν Θεόγνιδος ἐπῶν οὐδὲ ἔλαβον, δίκην μὲν οὖν ἔλαβον παρὰ τοῦ τολμήσαντος εἰπεῖν ὡς δεῖ λαβεῖν. καίτοι τῶν γε ταλάντων ἐκείνων οὔτε πλοῦς οὔτ’ ἄλλη τις ἡγεῖτο ταλαιπωρία. ἀλλ’ οὐκ ἠνείχοντο πλουτεῖν μετὰ τῆς θητείας, ἣν ἀναγκαῖον ἦν εἰσελθεῖν εἰς τὴν πόλιν ὑπὸ τῷ Μήδῳ γεγενημένην.