Ancient Greek · ~5 min
Chapter 91
Libanius, Declamatio I 91
Not analysed yet
τί οὖν; ᾔδει Σωκράτης συμβαίνων τῷ τρόπῳ I τῆς πόλεως, ὡς ὁ Θέογνις οὐκ ἀσφαλῆ ταῖς πόλεσι ταῦτα εἰσηγεῖται. εἰ γὰρ 11 ὧς] οἱ νῦν παρ’ ὑμῖν λέγοντες καὶ πολιτευόμενοι μετ’ ἀχρηματίας ἐπὶ τὰς ἐμπορίας τραπόμενοι τὸ βῆμα τοῖς πλουσίοις μέν, ἥκιστα δὲ τὸ δέον εὑρίσκουσιν ἀφεῖσαν, ἐνθυμεῖσθε ποῖ ποτ’ ἂν ἀφῖκτο τῇ πόλει τὰ πράγματα. 92. Ἵνα τοίνυν ὅτι τὰ χρησιμώτατα τῷ δήμῳ ποιοῦντος ἐν ταῖς συνουσίαις Σωκράτους οἔδε συκο- φαντοῦσιν ἔτι σαφέστερον μάθητε, σεσιγῆσθαι μὲν ἐκείνῳ τἄλλα θῶμεν, λεγέσθω δὲ παρ’ ἐμοῦ νῦν πρὸς τοὺς ὑμετέρους παῖδας, βλαβερὰ δὲ Ἄνυτος αὐτὰ δει- κνύτω κἂν ὑμῶν ἕνα τοῦτο · πεῖσαι δυνηθῇ, τὴν αὐτὴν καὶ παρ’ ἐμοῦ λαμβάνετε δίκην. 93. Οὐκ ὀρθῶς, ὦ νέοι, πεποίηκεν Ὅμηρος ἐν Ἰλιάδι τοὺς μὲν τοῦ δήμου τυπτομένους ὑπ’ Ὀδυσσέως, ὅτ’ ἀποπλεῖν ὥρμηντο, τοὺς δ’ ἐν τέλει λόγοις κατεχομένους καὶ τούτοις ἡμέροις. οὐ γὰρ ταῖς τύχαις ἴδει τὸ δίκαιον ὁρίζειν, ἀλλ’ εἰ μὲν ἀδίκημα ἦν πληγῶν δεόμενον τὸ καθέλκειν τὰς ναῦς, πάντας ἐχρῆν τύπτεσθαι· εἰ δ’ ἁμάρτημα μέμψεως ἄξιον, οὐ τοὺς μὲν ἐπιτιμᾶσθαι, τοὺς δὲ τύπτεσθαι χρῆν, ἀλλ’ ἀρκεῖν ἐφ’ ἑκατέρων τὸν λόγον. οὐ γὰρ δὴ βελ- τίους τὴν φύσιν τούς γε ἐν ἀξιώμασι τῶν πολλῶν κρίνων διὰ τὴν ἐν τοῖς τρόποις ὰρε- τὴν οὕτω διῄρει τὸ δίκαιον. ἔστι γὰρ καὶ εἰς δῆμον τελοῦντα εἶναι χρηστὸν καὶ τῶν ἄλλων ὑπερέχοντα τύχῃ γέμειν κακίας.