Ancient Greek · ~1 min
Chapter 94
Libanius, Declamatio I 94
Not analysed yet
ὅ γέ τοι τὴν Κασάνδραν ἐν ὀφθαλμοῖς αἰσχύνας τῆς Ἀθηνᾶς καὶ τῶν μεγίστων συμφορῶν αἴτιος τῇ στρατιᾷ καταστὰς οὐ τῶν ἐκ δήμου τις ἦν, ἀλλὰ τῶν στρατηγούντων. εἰ μὲν οὖν Ὀδυσσεὺς ἠγνόει τοῦθ’ οὕτως ἔχον, οὐκ ἦν σοφός· πῶς οὖν ἐπαινεῖται; εἰ δ’ ὁ μὲν οὐδένα ἔτυπτεν, ὁ δὲ ποιητὴς ἔφησεν, ἀδικεῖται μὲν Ὀδυσσεύς, βλάπτονται δὲ οἱ λοιποί.