Ancient Greek · ~6 min
Chapter 95
Libanius, Declamatio I 95
Not analysed yet
μή μοι μηδὲ τὰς ἀδίκους Αὐτολύκου κλοπὰς μηδὲ τὰς ἐπιορκίας Ἑρμοῦ δῶρα ἡγεῖσθε μηδὲ μισθὸν τῶν πολλῶν καὶ κεχαρισμένων θυσιῶν. ὧν γὰρ εἰώθασι δίκην ἀπαιτεῖν οἱ θεοί, πῶς ἂν ταῦτα ἐν ἀμοιβῆς μέρει τοῖς ἀνθρώποις διδοῖεν; 96. Τί φῄς, Ἄνυτε; χείρους ἐγὼ πεποίηκα νυνὶ τοὺς ἀκούσαντας τῶν λόγων; οὐκ ἔστιν, οὐκοῦν οὐδὲ Σωκράτης, ἀλλὰ μᾶλλον ἀμείνους οὐκ ἐῶν πάντα ἐφ- εξῆς Ὁμήρῳ πιστεύειν. οὐκ ἂν οὖν δίκαιος εἴην δοῦναι 20 δίκην, οὐκοῦν οὐδὲ Σωκράτης, ὅστις οὐ ποιητὴς αὐτὸς ὢν οὐδὲ φθονῶν ἐκείνοις τῆς δόξης εἰς τὸ δεικνύειν ἐν οἷς βλάπτουσι τοὺς ἀκούοντας ἧκεν, ἀλλὰ τῶν περι- πεσουμένων ὅπως μὴ διαφθαρεῖεν προνοῶν ἀφαιρῶν τὴν δόξαν ἣν ὧς περὶ σοφῶν εἶχον ὡς οὐκ ἂν δυνα- μένων σοφούς τε νομίζειν ὁμοῦ καὶ μὴ πιστεύειν αὐτοῖς. 97. Ἀλλ’ Ἄνυτος ὥσπερ τῆς φύσεως ἐπὶ τἀναντία πορευσομένης, εἴ τις Ἀθηναίων φρονιμώτερος ἀναφα- νείη τῶν ἑτέρωθι γεγενημένων ἀνδρῶν, ἀγανακτεῖ καὶ κελεύει παραδοῦναι τοῖς ἕνδεκα δέον σωτῆρα τῶν νέων νομίζειν ἐν τοῖς περὶ τῶν ποιητῶν λόγοις. ἰδοὺ γάρ σε πάλιν ἐρωτῶ· πρὸς τίνα ἀνθρώπων τὰς παρ’ Ὀδυσσέως κατὰ τοῦ δήμου πληγὰς ἐπαινέσας ἐπέθηκε· καὶ σὺ τοίνυν τῶν μὲν μέγα δυναμένων 16 καὶ λαμπρῶν ἀπέχου, τοὺς δὲ πενεστέρους ἔλαυνε; τίνα δὴ τῶν οὐ τοῦτο πεποιηκότων ὡς ἀπει- θοῦντα τῆς πρὸς ἑαυτὸν συνουσίας ἀπέκλεισεν; 98. Εἰ δὲ λέγεις· αὑτὸν μὲν ἀξιόπιστον οὐκ ἐνόμιζεν ἔσεσθαι, τῇ δὲ δόξῃ τῶν ποιητῶν ἐπὶ τὸ πείθειν ἐχρῆτο, τὸ μὲν ὧς ἐναντία σαυτῷ λέγεις παρίημι τοτὲ μὲν ὡς κατηγοροῦντα, τοτὲ δὲ ὡς ἐπαι- νοῦντα τοὺς αὐτοὺς διαβάλλων, πολὺ δέ σοι τούτου λόγον ἰσχυρότερον ἀντιθήσω.