Ancient Greek · ~6 min
Letter 101
Libanius, Epistulae 1-839 101
Not analysed yet
Οἱ πρώτην αἰτοῦντες χάριν δι’ αὐτὸ τοῦτο λαμβάνειν ἀξιοῦσιν, ὅτι πρώτην αἰτοῦσι, παρακαλοῦντες εἰς συμμαχίαν παροιμίαν δή τινα τὴν περὶ τῆς πρώτης χάριτος. ἐγὼ δὲ τῷ πολλὰς εἰληφέναι πρόσθεν καὶ νῦν δὴ λαβεῖν ἰσχυρὸν εἶναί μοι νομίζω. ᾧ μὲν γὰρ οὔπω τις ἔδωκε πρότερον, ἂν αἰτοῦντι μὴ δῷ, τὸ μηδ’ ἄξιον εἶναι λαβεῖν ἔστιν εἰπεῖν ὃν δὲ εὖ πεποίηκε πολλάκις, οὐκ ἔστιν ἐν τοῖς ἑξῆς ἀτιμάσαι ἢ τῶν προτέρων ἀνάγκη κατηγορεῖν ὡς οὐκ εἰς σπουδαῖον ἀνηλωμένων. . τί οὖν αἰτοῦμεν; ἀλλ’ ὅπως μή μου μέμψῃ τὸ προοίμιον ὡς μακρὸν ὑπὲρ μικρῶν· τῇ φύσει μὲν γὰρ ὃ δώσεις οὐ μέγα, τῇ δὲ τῶν λαμβανόντων ἡδονῇ μέγα. σκόπει δέ. Ζηνόβιος γίνεταί μοι διδάσκαλος, παρ’ ἡμῖν μὶν οἰκῶν, ὢν δὲ ἐξ Ἐλούσης, ἀνεψιὸς Ἀργυρίου τοῦ πάνυ καὶ τῶν νῦν ἐν ἡμῖν λόγων, εἰ δή τινες ἐν ἡμῖν, πατὴρ ἐκεῖνος. ζῶντά τε οὖν ἐθεράπευον τὸν ἄνδρα καὶ τεθνεῶτα διὰ τῶν οἰκείων αὐτοῦ ἐκείνου πειρώμενος αὐτοῖς εἰς ὅσον ἔξεστι βοηθεῖν. ἥκει δὲ καὶ νῦν καιρὸς βοήθειαν ἀπαιτῶν, σὺ δὲ δίδως τὸ δύνασθαι· τὸν γὰρ ὁμώνυμον ἐκείνῳ τουτονὶ καὶ συγγενῆ τε- ταγμένον εἰρήνης φύλακα καὶ μάλιστά γε φρουρήσαντα τὴν πόλιν ἐκβάλλει τις ἐπιθέμενος τῆς τάξεως. τὸ δὲ ὅπως, ἐγὼ μὲν οὐκ ἐρῶ, σὺ δὲ ὁρᾷς. δέομαι δὴ τὸν ἐκβαλόντα ἀδί- κως τοῦτο παθεῖν δικαίως, ὅπως ἐγώ τε ποιοίην τὰ δίκαια πρὸς τὸν ἀπελθόντα παιδευτὴν τήν τε τούτων πενίαν μὴ ἐλαύνωσιν οἱ δυνατώτεροι. βελτίων δὲ ἢ πρόσθεν οἶδ᾿ ὅτι φανεῖται Ζηνόβιος τῇ παρὰ σοῦ ψήφῳ τὴν ἀρχὴν κεκομισμένος.