Ancient Greek
Letter 102
Libanius, Epistulae 1-839 102
Not analysed yet
Ἐπὶ τὸν σὸν παρακαλῶ σε δρόμον παρακαλῶν σε τοῖς ἠδικημένοις ἀμύνειν. ἠδίκηται δὲ οὑτοσὶ Ζηνόβιος τῆς μὲν εἰρήνης ἐν Ἐλούσῃ προστὰς ἀκριβῶς, ἐκπεσὼν δὲ τῆς χώρας ὑπ’ ἀνδρὸς εἰδότος τὰ τοιαῦτα ὠνεῖσθαι. ἀλλὰ σὺ μὴ πε- ριίδῃς μήτε τοῦτον ἐλαττούμενον μήτ’ ἐμὲ καταγελώμενον, ὃς τούτου τε κήδεσθαι δοκῶ καὶ παρ’ ὑμῖν δύνασθαι. κἂν ἀπο- δῷς αὐτῷ τὴν χώραν, καὶ τὸν ἡγεμόνα αὐτῷ προσκατασκεύα- σον πρᾷον ἢ παρόντι διαλεχθεὶς ἢ γράψας ἀπόντι· ὡς κρεῖτ- τόν γε μηδενὸς τυχεῖν ἢ μετὰ τῆς ἔχθρας ἐκείνου τυχεῖν.