Ancient Greek · ~4 min
Letter 103
Libanius, Epistulae 1-839 103
Not analysed yet
Ὄντως σὺ τοῦ χρυσοῦ γένους, ὅστις οὕτω χαλκοῖς οὖσι τοῖς τῶν φίλων λόγοις ἐν τοῖς σαυτοῦ γράμμασι περι- τήκεις χρυσόν, οἷόν τι τὸ τοῦ παρ’ Ὁμήρῳ χρυσοχόου τοῦ περὶ τὴν βοῦν τοιοῦτόν τι ποιοῦντος. οὐ γὰρ ἐκείνῃ χρυσᾶ τὰ κέρατα ἦν δεξάμενα δὲ χρυσὸν τῇ τοῦ Λαέρκους τέχνῃ χρυσᾶ τοῖς ὁρῶσιν ἐφάνη. καὶ σὺ πλεῖστον ἀπέχουσι τοῖς ἡμετέροις χρυσοῦ χρυσὸν περιχεῖς Ἀφροδίτῃ δὴ τοὺς παρεικάζων οὕς ἐγὼ Οερσίτῃ. καὶ πρᾶγμα δὴ κινδύνου γέμον διὰ φιλίαν ὑπομένεις ὥσπερ ὁ Θησεύς. ὅτι μὲν γὰρ ἐμοῦ ταῦτα ἐγνωκότος περὶ τῶν ἐμαυτοῦ σὺ ψηφιζόμενος ἐκεῖνα τοὺς πειθομένους ἐξαπατᾷς, δῆλον· ἃ δὲ τῷ Σόλωνι δοκεῖ περὶ τῶν φενακιζόντων, οἶσθα. ἐγὼ δὲ τὸ σὸν ἀσφα- λέστερον τῶν εἰς ἐμαυτὸν ἐπαίνων τίθεμαι. καὶ γὰρ εἰ τοῦτο ἥδιον, ἀλλὰ βέλτιον ἐκεῖνο. ἢ οὖν ὅλως ἀπόστηθι τοῦ μείζω λέγειν ἤ, εἴ σε τὸ ἐρᾶν προσάγει ταῖς ὑπερβολαῖς καὶ οὐκ ἂν δύναιο μὴ λέγειν, σὺ δ’ ἀγάπα πρὸς ἡμᾶς τούτῳ χρώμενος, οὓς οὐκ ἂν ἐξαπατήσαις· ὅταν δ’ ἄλλοις διαλέγῃ, τίμα τὸ μέτριον. καὶ οὕτω σαυτῷ τε χαριῇ καὶ οὐκ ἐνέξῃ τῷ νόμῳ.