Ancient Greek · ~1 min
Letter 133
Libanius, Epistulae 1-839 133
Not analysed yet
Φίλος ἀνδρὶ παρείη, φασί. σὺ δ' ἡμῖν καὶ φίλος καὶ σαφέστατος τῶν φίλων, ὥστ’ οὐδὲν παρήσεις προθυμίας ἐν οἷς τι θήσῃ τῶν ἡμετέρων βέλτιον. δέξαι δὴ τὸν Μόκιμον ἡμῖν εὐμενῶς καὶ ποίησον ἡμῖν τὰ ἄχυρα χρυσίον, εἰ μὲν τὸ 10 πρᾶγμα ῥᾷστον, δι’ αὐτὸ τοῦτο, ὅτι ῥᾷστον, εἰ δὲ ἐργῶδες, ὅτι καὶ πονεῖν οἶσθα.