Ancient Greek · ~3 min
Letter 134
Libanius, Epistulae 1-839 134
Not analysed yet
Σὺ δ’ ὅτι ἄν με εὖ ποιῇς, οὐ συγγενεῖ μόνον, ἀλλὰ καὶ 15 φιλοῦντι συμβεβλημένος ἔσῃ. μεῖζον δὲ τοῦτο ἐκείνου κρίνω, διότι τὰ τῶν Οἰδίπου παίδων καὶ νῦν ὁρῶ πολλοὺς ἐπιχει- ροῦντας καὶ οὐ κωλύει τὸ γένος. σὲ δὲ ἐγὼ τῇ τε ἄλλῃ φι- λῶ καὶ ὅτι τῶν πατρῴων φρενῶν ἐν ἑτέρῳ βίῳ τὴν ὀξύτητα δεικνύεις, ἀφ’ ἧς σοι καὶ τὸ κρατεῖν. Μοκίμῳ δὲ παρεκε- λευσάμην θαρρεῖν· ὡς ἐφ’ ᾧπερ ἥκει δώσεις αὐτῷ καὶ οὐ πε- ριόψει τὴν τῆς γῆς φορὰν ἡμῖν ἀπολλυμένην. οὐ γὰρ ἀγνοεῖς, ὡς ὅ τι ἂν ἡμὶν γένηται κέρδος, τοῦτο εἰς τὴν σὴν εἰσελήλυ- θεν οἰκίαν