Ancient Greek · ~1 min
Letter 135
Libanius, Epistulae 1-839 135
Not analysed yet
Τῶν μὲν ἄλλων αὐτὸς ἐδεόμην, ὅπως συναίρωνται τῷ Μοκίμῳ τῆς πράσεως ἐφ’ ἣν ἥκει, σοῦ δὲ ὁ παῖς, ὡς εἰκός, ὑπὲρ ἡμῶν δεήσεται μηδὲν ἐλλείπειν, ὅπως, ἐπειδὰν εἷς μοι γένηται τοῦ χοροῦ, πρᾴου μου τυγχάνῃ μνήμῃ τῆς χάριτος. δεῖξον δὴ τῷ υἱεῖ τὴν ἐπιστολὴν καὶ θεώρει τὴν σπουδήν.