Ancient Greek · ~2 min
Letter 136
Libanius, Epistulae 1-839 136
Not analysed yet
Πολλαχόθεν αἰδοῦμαι Μόκιμον, καὶ γὰρ ἐκ παιδὸς ἑταῖ- ρος καὶ τῶν οὐδὲν ὀκνησάντων ἐπιτάττοντος τοῦ θείου, καὶ νῦν ἡμῖν ὅσαπερ ἐκείνῳ συμπονεῖ. τούτου συγγενής, Μά- ρας ὄνομα αὐτῷ, τῶν σοὶ διακονούντων, ἔργον δὲ αὐτῷ γρά- φειν εἰς τάχος, καὶ πεποίηκεν αὐτὸν ἡ χεὶρ ἐν λόγῳ. βου- λοίμην ἂν οὖν τῆς σῆς ἀρχῆς ἀπολαῦσαι τὸν ἄνθρωπον εἰς ἐπίδοσιν. ἡμεῖς δέ, ἀφ’ οὗπερ ἀπῆρας, ἠέρι καὶ νεφέ- λῇ κεκαλυμμένοι. δεῖ δὲ αὐγῆς ὀξείας τοῖς. μέλλουσιν οὐχ ἁμαρτήσεσθαι τῆς ὁδοῦ.