Ancient Greek
Letter 140
Libanius, Epistulae 1-839 140
Not analysed yet
Νῦν ὄντως μοι τοὺς μισθοὺς ἀπέδωκας, οὐ χρυσίον καὶ ἀργύριον, ταῦτα δὴ τὰ παρὰ τῶν πολλῶν τε φερόμενα καὶ τέρποντα τοὺς πολλούς, ἀλλ’ οὗ χάριν καὶ τῶν πατρῴων ἀπέ- στην. τοῦτο δέ ἐστι δόξα. ταύτην μοι δέδωκας δείξας, ὡς οὐ παλαιστὴς ἄρα ἐγὼ μόνον, ἀλλὰ καὶ γυμναστὴς ἀγαθός. οἶσθα γάρ, ὡς οἱ τὴν ῥώμην οὐ τολμῶντες ψέγειν ἐκεῖνο πει- ρῶνται δάκνειν, ἀλλὰ σύ γε αὐτοὺς ἀφώνους ἐκάθισας τῇ σαυτοῦ φωνῇ. γιγνέσθω δὴ πυκνὸς ὁ δρόμος καὶ βίου μὲν ὁδὸν ἣν οἴει σοι συμφέρειν αἱροῦ, πανταχοῦ δὲ οἴου σαυτῷ καὶ τὸ λέγειν προσήκειν. οὐδεὶς γὰρ βίος ὑπὸ ῥητορικῆς αἰ- σχύνεται. καὶ ταῦτα ἡγοῦ δεῖσθαί σου καὶ τὸν πατέρα καὶ μηδὲ τῆς ἡδονῆς ἄμοιρον εἶναι καὶ ταῦτα ὄντα ὑπὸ γῆς. ὁ δὲ ἄρχων ἡμῖν ἐν Ἑρμοῦ τέθραπται καὶ τοῖς ἀγορεύου- σιν ἀναμιμυ σκεται τὰ αὐτοῦ καὶ ταύτης μόνης ὁμολογεῖ τῆς ἡδονῆς ἡττᾶσθαι. νοῦν δὴ ἔχοντος ἂν εἴη χρῆσθαι παρόντι καιρῷ.