Ancient Greek · ~2 min
Letter 141
Libanius, Epistulae 1-839 141
Not analysed yet
Καλός γε ὁ κλῆρος καὶ διαδέχομαι καὶ τοῦτον οὔτε λό- γων ἀφαιρήσεταί με δεινότης οὔτε μίμησις γραμμάτων. σὺ δ’ οὐχ ἥττω μοι χαρίζῃ τοῦ θείου μεμνημένος ἢ φιλεῖν ἐμὲ προ- αἱρούμενος, ἐπεὶ καὶ τοῦτο παρ’ ἐκείνου μοι τὸ σπέρμα τοῦ δι’ ὧν προσέκειτο καὶ τοὺς ἄλλους ἀναπείθοντος φιλεῖν. χά- ριν δὲ ἐγὼ μὲν ἥντινα ἔδωκά σοι λογιζόμενος οὐχ εὗρον, σὺ δὲ ἐμοὶ δίδως τῷ φάσκειν ἔχειν, δώσεις δὲ καὶ ἄλλας. ἐγὼ δέ σοι συνεύξομαι, τοῦτο γὰρ ἡ ἐμὴ δύναμις. τὰ ξένια δὲ πῶς οὐκ ἔμελλεν ἡδονὴν οἴσειν ἀνδρός τε ὄντα χρηστοῦ καὶ βεβαίου φίλου;