Ancient Greek · ~2 min
Letter 142
Libanius, Epistulae 1-839 142
Not analysed yet
Ἥρου με, εἰ σε προσδοκῶ περιέσεσθαι τῶν πραγμάτων. προσδοκῶ. δεύτερον ἐπόθεις μαθεῖν, εἴ σοι δόξαν ἀπὸ τῶν παρόντων εἰκάζω χρηστὴν ἔσεσθαι παρὰ τοῖς δυνατοῖς. εἰσὶν ἐλπίδες· ἅ τε γὰρ ποιεῖς, οὐ σιγᾶται τῇ τε ἀκοῇ τὸ θαυμά- ζειν ἕπεται. νῦν γέ τοι τοιοῦτος ἥκει λόγος, ἐφ’ ᾧ τίς οὐκ ἀνέκραγε; λέγεταί τις ἄνθρωπος ἐν τοῖς ὑπηρέταις εἶναι νῦν πρῶτον κεκρατημένος, τὸν παρελθόντα δὲ ἄρα χρόνον ἅπαντα πάντων ἐκράτει. πολλὰ τοιαῦτα σὺ μὲν ἐργάσῃ, κομιεῖ δὲ πανταχῆ τὸ στόμα τῆς Φήμης. καὶ βασιλεῖ μὲν ἐντεῦθεν, ὡς εἰκός, ἡδονή, σοὶ δὲ ἀμοιβαί.